←Prev
1 Thessalonians 1 as rendered by/in
American King James Version American Standard Version Aramaic Bible in Plain English (©2010) Darby Bible Translation Douay-Rheims Bible English Revised Version English Standard Version (©2001) GOD'S WORD® Translation (©1995) Greek Greek transliteration Holman Christian Standard Bible (©2009) International Standard Version (©2012) King James 2000 Bible (©2003) King James Bible (Cambridge Ed.) NET Bible (©2006) New American Standard Bible (©1995) New International Version (©2011) New Living Translation (©2007) Vulgate (Latin) Webster's Bible Translation Weymouth New Testament World English Bible
Next→
Did you notice?
You can SEARCH IslamAwakened:
1:1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ ⸀εἰρήνη.
1:2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν ⸀μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως
1:3 μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
1:4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ ⸀θεοῦ, τὴν ἐκλογὴν ὑμῶν,
1:5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ ⸀καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ⸀ἐν ὑμῖν διʼ ὑμᾶς·
1:6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
1:7 ὥστε γενέσθαι ὑμᾶς ⸀τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ⸀ἐν τῇ Ἀχαΐᾳ.
1:8 ἀφʼ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ ⸀καὶ Ἀχαΐᾳ, ⸀ἀλλʼ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ⸂ἔχειν ἡμᾶς⸃ λαλεῖν τι·
1:9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ,
1:10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ⸀ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.
Your support helps pay our hosting costs, and
- with a little bit extra -
lets us pay transcribers and proofreaders.
If you can help, Click here to become a Patreon:
www.patreon.com/IslamAwakened
Thank you!